by Aetos » Mon Oct 14, 2013 1:53 pm
Πηνελόπη,
Κατ' αρχάς καλώς ήλθες ανάμεσά μας...
Κατά δεύτερον είσαι πολύ τυχερή που έχεις έναν σύζυγο που σε λατρεύει και μέσα από την άδολη σχέση που περιγράφεις ζεις την ισορροπία σε μια σχέση που προάγει τόσο τον σύζυγό σου όσο και εσένα.
Αλλά επειδή δεν θέλω να γίνω Μελίτα και να συζητήσω τα προσωπικά σου, μένοντας καθαρά σε πνευματικά θέματα....έχεις σκεφτεί να βρεις έναν καλό πνευματικό να συζητήσεις μαζί του;
Ξέρεις, το φόρουμ δεν μπορεί να αντικαταστήσει τον πνευματικό και φυσικά, κανείς από μας δεν έχει την Θεόπνευση Διάκριση να σε καθοδηγήσει. Μπορείς σε φιλικό επίπεδο να βρεις κάποιες απαντήσεις μέσα από το προσωπικό πρίσμα του καθενός.
Π.χ. μέσα από το δικό μου θεωρώ δεδομένο ότι η καλή σχέση ενός ζευγαριού πηγάζει μέσα από τον σεβασμό και την κατανόηση. Είναι λοιπόν, ηλίου φαεινότερο, ο βαθμός του σεβασμού που έχεις μέσα στο γάμο σου.
Αλλά επειδή θέλω να παραμείνω στα πνευματικά, απλά θα βάλω 2-3 πραγματάκια από το Μυστήριο του Γάμου....ίσως σε βοηθήσουν:
.............
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δε), καὶ τῆς δούλης τοῦ Θεοῦ (τῆς δε) τῶν νῦν μνηστευομένων ἀλλήλοις, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς τέκνα εἰς διαδοχὴν γένους, καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν, καὶ βοήθειαν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ φυλαχθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτοὺς ἐν ἀμέμπτῳ βιοτῇ καὶ πολιτείᾳ, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
............
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν γάμον τοῦτον, ὡς τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς σωφροσύνην, καὶ καρπὸν κοιλίας πρὸς τὸ συμφέρον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτοὺς ἐν ὁράσει υἱῶν καὶ θυγατέρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας ἀπόλαυσιν, καὶ ἀκατάγνωστον διαγωγήν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τε καὶ ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
........
Ὁ Θεὸς ὁ ἄχραντος, καὶ πάσης κτίσεως δημιουργός, ὁ τὴν πλευρὰν τοῦ προπάτορος Ἀδὰμ διὰ τὴν σὴν φιλανθρωπίαν εἰς γυναῖκα μεταμορφώσας, καὶ εὐλογήσας αὐτούς, καὶ εἰπών· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς», καὶ ἀμφοτέρους αὐτοὺς ἓν μέλος ἀναδείξας διὰ τῆς συζυγίας· ἕνεκεν γὰρ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καί, οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μή χωριζέτω·
.......
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ μυστικοῦ καὶ ἀχράντου γάμου ἱερουργὸς καὶ τοῦ σωματικοῦ νομοθέτης, ὁ τῆς ἀφθαρσίας φύλαξ, καὶ τῶν βιοτικῶν ἀγαθὸς οἰκονόμος· αὐτὸς καὶ νῦν, Δέσποτα, ὁ ἐν ἀρχῇ πλάσας τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ὡς βασιλέα τῆς κτίσεως, καὶ εἰπών· «Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ἐπὶ τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿· αὐτόν»· καὶ λαβὼν μίαν τῶν πλευρῶν αὐτοῦ, ἔπλασας γυναῖκα, ἣν ἰδὼν Ἀδὰμ εἶπε· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σάρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καὶ «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· Αὐτὸς καὶ νῦν, Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, κατάπεμψον τὴν χάριν σου τὴν ἐπουράνιον ἐπί τούς δούλους σου τούτους (τὸν δεῖνα) καὶ (τὴν δεῖνα)· καὶ δὸς τῇ παιδίσκῃ ταύτῃ ἐν πᾶσιν ὑποταγῆναι τῷ ἀνδρί, καὶ τὸν δοῦλόν σου τοῦτον εἶναι εἰς κεφαλὴν τῆς γυναικός, ὅπως βιώσωσι κατὰ τὸ θέλημά σου
.......
Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δὺο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
.............